Decree of Oropos concerning participation in the Ptoia.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 228-226 BC — IG VII 351
1 Ἐπικράτης Ἀρχίππου εἶπεν ὑπὲρ ἱερῶν· ἐπειδὴ συμβαίνει τὴμ
πόλιν Ἀκραιφιείων ἀποστεῖλαι πρεσβευτὰς τρεῖς ἄνδρας τοὺς δια-
λεξομένους μετὰ τοῦ ἱερέως καὶ τοῦ προφήτου πρὸς τὰς πόλεις
τὰς ἐν τῆι Βοιωτίαι καὶ παραγενόμενοι εἰς τὴν ἐκκλησίαν τό τε ψήφισ-
5 μα ἀνέγνωσαν τὸ παρὰ τῶν Ἀκραιφιείων καὶ παρεκαλοῦσαν τὸν
δῆμον συναύξειν τὴν θυσίαν τῶι Ἀπόλλωνι τῶι Πτωΐωι καθάπερ καὶ τὸ
κοινὸν Βοιωτῶν καὶ ἡ πόλις τῶν Ἀκραιφιείων· ὅπως ἂν οὖν φαίνηται ἡ πόλις
τῶν Ὠρωπίων, καθάπερ αὐτεῖ προσήκει, εὐσεβῶς καὶ ἐνδόξως τὰ πρὸς
τοὺς θεοὺς συντελοῦσα καὶ εὐχαριστοῦσα τεῖ πόλει Ἀκραιφιείων,
10 δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· τὸν ἄρχοντα καὶ τοὺς πολεμάρχους
τοὺς ἀεὶ γινομένους καὶ τὸγ γραμματέα πέμπειν βοῦν ἀπὸ τῆς πόλεως
εἰς τὰ Πτώϊα καὶ αὐτοὺς συμπομπεύειν καὶ τἆλλα πάντα πράττειν καθά-
περ καὶ ἐν ταῖς λοιπαῖς θυσίαις γέγραπται, αἷς ἡ πόλις θύει ἐν τῶι κοινῶι
Βοιωτῶν· ἀναγράψαι δὲ τοὺς πολεμάρχους τόδε τὸ ψήφισμα ἐν τῶι
15 ἱερῶι τοῦ Ἀμφιαράου, οὗ ἂν αὐτοῖς φαίνηται ἐγ καλλίστωι εἶναι, τὸ δὲ
ἄλωμα τὸ γενόμενον εἰς τὴν ἀναγραφὴν τοῦ ψηφίσματος δοῦναι
τὸν ταμίαν τὸν προάρχοντα τὴν δευτέραν τετράμηνον.
Search Help
Contact Us