Honorific decree of Athens for the epimeletai of the Amphiaraia.  Pedimental stele of Pentelic marble. Stoich. 27.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 329/328 BC — IG VII 4254 — Syll.³ 298
See also:
upper margin.1 θεοί.
lower field.2 ἐπὶ Κηφισοφῶντος ἄρχοντος, ἐπὶ τ-
ῆς Ἱπποθωντίδος τρίτης πρυτανε-
ίας, ἧι Σωστρατίδης Ἐχφάντου Εὐπ-
5 υρίδης ἐγραμμάτευεν· <Πυανοψιῶνος>
ἕκτει ἐπὶ δέκα, τρίτει καὶ τριακο-
στεῖ τῆς πρυτανείας, ἐκκλησία· τῶ-
μ προέδρων ἐπεψήφισζεν Δημοχάρ-
ης Φλυεύς· ἔδοξεν τῶι δήμωι· Δημοσ-
10 θένης Δημοκλέους Λαμπτρεὺς εἶπ-
εν· ἐπειδὴ οἱ χειροτονηθέντες ὑπ-
ὸ τοῦ δήμου ἐπὶ τὴν ἐπιμέλειαν το-
ῦ ἀγῶνος καὶ τῶν ἄλλων τῶν περὶ τὴ-
ν ἑορτὴν τοῦ Ἀμφιαράου καλῶς καὶ
15 φιλοτίμως ἐπεμελήθησαν τῆς τε π-
ομπῆς τῶι Ἀμφιαράωι καὶ τοῦ ἀγῶν-
ος τοῦ γυμνικοῦ καὶ ἱππικοῦ καὶ τ-
ῆς ἀποβάσεως καὶ τῶν ἄλλων πάντω-
ν τῶν περὶ τὴν πανήγυριν, ὧν αὐτοῖ-
20 ς προσέταξεν ὁ δῆμος, δεδόχθαι τῶ-
ι δήμωι· ἐπαινέσαι τοὺς αἱρεθέντ-
ας Φανόδημον Διΰλλου Θυμαιτάδη-
ν [∶] Λυκοῦργον Λυκόφρονος Βουτάδη-
ν ∶ Δημάδην Δημέου Παιανιέα ∶ Σώφιλ-
25 ον Ἀριστοτέλους Φυλάσιον ∶ Θρασυ-
λέοντα Θεοφῶντος Ἀχαρνέα ∶ Ἐπιτέ-
λην Σωινόμου Περγασῆθεν ∶ Νικήρα-
τον Νικίου Κυδαντίδην ∶ Ἐπιχάρην
Ἀγωνοχάρους Παιανιέα ∶ Θυμοχάρη-
30 ν Φαίδρου Σφήττιον ∶ Κηφισοφῶντα
*LUSIFW=NTOS *XOLARGE/[1A]1 #52 DIKAIOSU/NH-
ς ἕνεκα καὶ φιλοτιμίας τῆς πρὸς τ-
ὸν θεὸν καὶ τὸν δῆμον τῶν Ἀθηναίω-
ν καὶ στεφανῶσαι αὐτοὺς χρυσῶι σ-
35 τεφάνωι ἀπὸ ∶ Χ ∶ δραχμῶν, δοῦναι δὲ α-
ὐτοῖς καὶ εἰς θυσίαν καὶ ἀνάθημα
Η ∶ δραχμάς, τὸ δὲ ἀργύριον τ[ὸ] εἰς τὴ-
ν θυσίαν προδανεῖσαι τὸν ταμίαν
τοῦ δήμου, ἐν δὲ τοῖς πρώτοις νομο-
40 θέταις προσνομοθετῆσαι τῶι ταμ-
[ί]αι, δοῦναι δὲ καὶ τὰς τριάκοντα δ-
[ρ]αχμὰς τὸν ταμίαν τοῦ δήμου τοῖς
[α]ἱρεθεῖσιν ἐπὶ τὸν ἀγῶνα, ἃς εἴρη-
ται διδόναι ἐν τῶι νόμωι τῶι αἱρε-
45 θέντι ἐπὶ τὴν εὐταξίαν· ἀναγράψα-
ι δὲ τόδε τὸ ψήφισμα τὸγ γραμματέ-
α τῆς βουλῆς καὶ στῆσαι ἐν τῶι ἱερ-
ῶι τοῦ Ἀμφιαράου, εἰς δὲ τὴν ἀναγρ-
αφὴν τῆς στήλης δοῦναι τὸν ταμία-
50 ν τοῦ δήμου ∶ ΔΔΔ ∶ δραχμὰς ἐκ τῶν κατ-
ὰ ψηφίσματα μεριζομένων τῶι δήμ-
ωι.
Search Help
Contact Us