Honorific decree of Athens for Amphiaraos.  Pedimental stele of Pentelic marble. Stoich. 27.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 332/331 BC — IG VII 4252
See also:
1 θεοί.
ἐπὶ Νικήτου ἄρχοντος, ἐπὶ τῆς Ἐρε-
χθηίδος ἐνάτης πρυτανέας, ἧι Ἀρι-
στόνους Ἀριστόνου Ἀναγυράσιος
5 ἐγραμμάτευεν, <Θαργηλιῶνος> ἑνδεκάτηι, τρίτηι
καὶ εἰκοστῆι τῆς πρυτανείας· ἐκκ-
λησία κυρία· τῶν προέδρων ἐπεψήφ-
ιζεν Ἐπιχάρης Ἁγνούσιος· ἔδοξεν
τῶι δήμωι· Φανόδημος Διΰλλου Θυμ-
10 αιτάδης εἶπεν· ἀγαθῆι τύχηι τοῦ δ-
ήμου τοῦ Ἀθηναίων, ἐπειδὴ ὁ θειὸς
καλῶς ἐπιμελεῖται τῶν ἀφικνουμ-
ένων Ἀθηναίων καὶ τῶν ἄλλων εἰς τ-
ὸ ἱερὸν ἐφ’ ὑγιείαι καὶ σωτηρίαι π-
15 άντων τῶν ἐν τῆι χώραι στεφανῶσα-
ι τὸν Ἀμφιάραον χρυσῶι στεφάνωι
ἀπὸ ∶ Χ ∶ δραχμῶν καὶ ἀνειπεῖν τὸν
κήρυκα τοῦ δήμου ὅτι στεφανοῖ ὁ δ-
ῆμος ὁ Ἀθηναίων τὸν Ἀμφιάραον χρ-
20 υσῶι στεφάνωι ἀπὸ ∶ Χ ∶ δραχμῶν, τὸ
δὲ ἀργύριον τὸ εἰς τὸν στέφανον δ-
οῦναι τὸν ταμίαν τῶν στρατιωτικ-
ῶν καὶ παραδοῦναι τὸν στέφανον π-
οησάμενον τοῖς ἐπιμεληταῖς ἀνα-
25 θεῖναι εἰς τὸ ἱερόν, τοὺς δὲ ἐπιμε-
λητὰς ἀνειπόντας τὰ ἐψηφισμένα
τῶι δήμωι ἐν τῶι ἱερῶι ἀναθεῖναι
τὸν στέφανον τῶι θεῶι ἐφ’ ὑγιείαι
καὶ σωτηρίαι τοῦ δήμου τοῦ Ἀθηνα-
30 ων καὶ παίδων καὶ γυναικῶν καὶ τ-
ῶν ἐν τῆι χώραι πάντων· ἀναγράψαι
δὲ τόδε τὸ ψήφισμα ἐν στήληι λιθί-
νει καὶ στῆσαι ἐν τῶι ἱερῶι τὸν κα-
τὰ πρυτανείαν γραμματέα, εἰς δὲ τ-
35 <ὴ>ν ἀναγραφὴν τῆς στήλης δοῦναι τὸ-
ν ταμίαν τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἐ-
κ τῶν κατὰ ψηφίσμ[α]τα ἀναλισκομέ-
νων τῶι δήμωι.
Search Help
Contact Us