Honorific decree for Eubiotos and son Demogenes.  Pedimental stele of Pentelic marble, broken on three sides.
[ ] Boiotia — Oropos (Skala) — Kalo Livadi Mon. — ca. 150-100 BC — IG VII 412 — ArchEph (1925/26) 38, 152
1 [․․5․․ Π]ολυκράτου εἶπεν· προβεβουλευμένον εἶναι ἑαυ[τῶι]
[πρός τε τ]ὸ συνέδριον καὶ τὸν δῆμον· ἐπειδὴ Εὐβίοτος Δημ[ογέ]-
[νου ἱερεὺς] γεγονὼς τοῦ Ἀμφιαράου καὶ εὐσεβῶς ἔχων πρὸς τὸ [θεῖ]-
[ον φιλοτιμε]ῖται τιμᾶν τὸν θεὸν μεγαλομερῶς κοσμῶν ἀναθή[μα]-
5 [σιν ἐπιφα]νέσιν ἀξίοις ἑαυτοῦ καθ’ ἃ δύναται ∶ ὑπὲρ ὧν καὶ [ἐκ τῶν]
[ἰδίων βου]λόμενος ἀναθεῖναι τῶι θεῷ τὰ στεφάρια v [τ]οῦ να[οῦ]
[καὶ τὸ ὑπέ]ρθυρον καὶ τὸν ὀδὸν λευκοῦ λίθου, ἔτι δὲ καὶ τὸ [ἄβ]ατ[ον]
[κατασ]κευάσαι, παρακαλεῖ τε δοθῆναι ἐξουσίαν ὅπω[ς κ]ατ[α]-
[σκευά]σας τὰ προειρημένα τὴν ἐπιγραφὴν ποήσεται v "Εὐ[βίο]-
10 [τος] Δημογένου ἱερεὺς γενόμενος καὶ Δημογένης Εὐ[β]ι[ότου]
[σπο]νδ[οφ]ορήσ[α]ς Ἀμφιαράῳ καὶ Ὑγιείαι"· διὸ καὶ δεδογμ[ένον εἶ]-
[να]ι τῶι τε συνεδρίωι [κα]ὶ τῶι δήμωι παρει[μ]ένον εἶναι αὐτῶι [κ]ατασκε[υ][σαντι]
[τ]ὰ προειρ[ημ]έν[α ἀ]ναθεῖναι [καθ]ὼς ἐ[μ]φανίσας παρεκ[άλεσε· ὅπως]
δὲ καὶ [ὁ δῆ]μ[ο]ς [φ]αίνηται τὰς κα[τ]αξίας χάριτας ἀ[ποδιδοὺς]
15 τοῖ[ς τε πρὸς τ]ὸ θεῖον ε[ὐσεβῶ]ς δια[κ]ειμένοις καὶ το[ῖς ἑαυτὸν]
εὐε[ργε]τ[εῖν π]ρ[ο]αι[ρουμέν]ο̣ι̣[ς, γ]έ̣νωνται δὲ κα[ὶ] ἕτε[ρ]οι [ζηλωταὶ]
τ[ῶν ὁμοίων εἰδότες ὅτι τεύξονται τῶ]ν ἀνηκόντων, v δεδόχθ[αι τῶι τε]
[σ]υ[νεδρίωι καὶ τῶι δήμωι· ἐπα]ινέσαι Εὐβίοτον Δημογένο[υ καὶ]
[Δημογένην Εὐβιότου ἐπί τε] τῇ π[ρ]ὸς τὸ θεῖον εὐσεβείαι κ[αὶ ἐπὶ]
20 [τεῖ εἰς τὸν δῆμον εὐ]νοίαι καὶ στεφανῶσαι ἑ[κ]άτερον αὐ-
[τῶν χρυσῶι στεφάνωι καὶ εἰ]κόνι χαλκ[ῆ]ι ἀρετῆς ἕνεκεν κα[ὶ]
[εὐνοίας τῆς εἰς τὸν δῆμον τὸ]ν Ὠρωπίων καὶ ἐπιγράψαι ἐπ[ὶ τῆς]
[βάσεως· "ὁ δῆμος Ὠρωπίων Εὐβ]ίο[τ]ον Δημογένου [ἱ]ερέα γενόμ[ε]-
[νον καὶ Δημογένην Εὐβιότου σπο]νδοφορήσαντα ἀρετῆς ἕν[ε]-
25 [κεν καὶ εὐνοίας τῆς εἰς ἑαυτὸν Ἀ]μφιαράωι"· κηρύττεσθαι δὲ τοὺς
[στεφάνους καὶ τὰς εἰκόνας Ἀμφι]αρᾴοις τοῖς μεγάλοις ἐν τῶι [θε]-
[άτρωι ἐν τοῖς χορικοῖς ἀγῶσιν, ἑ]λέσθαι δὲ καὶ ἀρχὴν τὸν δῆμον [ἐπὶ]
[τὴν ποίησιν τῶν στεφάνων καὶ τὴν ἀ]νάθεσιν τῶν εἰκόνων, τὸ[ν δ’ ἐπι]-
[μελητὴν τῶν ἱερῶν ․․․8․․․․ δο]ῦναι τὸ ἀνάλωμα τῇ ἀρχῇ [τῇ]
30 [αἱρεθείσῃ, τὴν δέ, λαβοῦσαν, ἀ]ναθεῖναι τὰς εἰκόνας εἰς τὸ [ἱε]-
[ρὸν τοῦ Ἀμφιαράου, οὗ ἂν δοκῆι α]ὑτεῖ ἐν καλλίστῳ ἀνακεῖσ[θαι]·
[οἵδε κεχειροτόνηνται· ․․5․․ Πολυ]κράτου, Θεόξενος Ἡρακλ[εί]-
[του, ․․․․․․15․․․․․․․· κεκύρωται ἔ]ν τε τῶ[ι] συ[ν]εδρίωι [καὶ] τ[ῶι] δήμ[ωι].
Search Help
Contact Us