Proxeny decree for Amphikles, son of Philoxenos, of Delos. Crowning
block of white marble from a statue base.
| 1 | Δημήτριος Μνασίλλου εἶπεν· προβεβουλευμένον εἶναι αὑτῶι πρὸς τ[ὴν βουλὴν] |
| καὶ τὸν δῆμον· ἐπειδὴ Ἀμφικλῆς Φιλοξένου Δήλιος εὔνους ὢν διατελεῖ τεῖ τε πόλ[ει κοινεῖ] | |
| καὶ τῶν πολιτῶν τοῖς ἀεὶ δεομένοις χρείας παρέχεται ἐν παντὶ καιρῶι καὶ λέ[γων καὶ] | |
| πράττων τὰ συμφέροντα ἐπιδημήσας τε παρ’ ἡμῖν ἀκροάσεις καὶ πλείους πεπόηται, δε[δόχθαι] | |
| 5 | τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἀμφικλῆν Φιλοξένου Δήλιον ἐπαινέσαι ἐπί τε τεῖ πρὸς τὴν πό[λιν εὐνοίαι] |
| καὶ ταῖς ἀκροάσεσιν καὶ ἐπὶ τεῖ ἀναστροφεῖ, εἶναι δ’ αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆ̣[ς πόλεως] | |
| Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέ[λειαν] | |
| καὶ ἀσυλίαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν αὐτοῖς καθά[περ τοῖς] | |
| ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται. |