Proxeny decree for Dionysios, son of Ariston, of Tyros, and Heliodoros,
son of Mousaios, of Sidon. Crowning block of white marble from a
statue base.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 4262
1 | ἄρχοντος ἐγ κοινῶι Βοιωτῶν Ἀγαθοκλέους, ἱερέως τοῦ Ἀμφιαράου Θεοκύδου, |
μηνὸς Ὁμολωΐου· προξενία· Κίττος Ἀρίστωνος εἶπεν· ἐπειδὴ Διονύσιος Ἀρίστωνος καὶ | |
Ἡλιόδωρος Μουσαίου εὔνους εἰσὶν καὶ εἰσαγαγόντες σῖτον ἀξιωσάντων τῶν πολεμάρχων | |
ἀποδόσθαι τῆι πόλει καθυπήκουσαν τῆς καλῶς ἐχούσης τιμῆς, ὅπως οὖν καὶ ἡ πόλις φαίνηται | |
5 | ἀξίας χάριτας ἀποδιδοῦσα τοῖς τοιούτοις, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Διονύσιον Ἀρίστωνος |
Τύριον καὶ Ἡλιόδωρον Μουσαίου Σιδώνιον προξένους εἶναι καὶ εὐεργέτας τῆς πόλεως Ὠρωπίων | |
καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ | |
γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα ὑπάρχιν {²⁶ὑπάρχειν}²⁶ αὐτοῖς | |
καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται. |