Proxeny decree for Dionysios, son of Ariston, of Tyros, and Heliodoros, son of Mousaios, of Sidon.  Crowning block of white marble from a statue base.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 4262
1 ἄρχοντος ἐγ κοινῶι Βοιωτῶν Ἀγαθοκλέους, ἱερέως τοῦ Ἀμφιαράου Θεοκύδου,
μηνὸς Ὁμολωΐου· προξενία· Κίττος Ἀρίστωνος εἶπεν· ἐπειδὴ Διονύσιος Ἀρίστωνος καὶ
Ἡλιόδωρος Μουσαίου εὔνους εἰσὶν καὶ εἰσαγαγόντες σῖτον ἀξιωσάντων τῶν πολεμάρχων
ἀποδόσθαι τῆι πόλει καθυπήκουσαν τῆς καλῶς ἐχούσης τιμῆς, ὅπως οὖν καὶ ἡ πόλις φαίνηται
5 ἀξίας χάριτας ἀποδιδοῦσα τοῖς τοιούτοις, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Διονύσιον Ἀρίστωνος
Τύριον καὶ Ἡλιόδωρον Μουσαίου Σιδώνιον προξένους εἶναι καὶ εὐεργέτας τῆς πόλεως Ὠρωπίων
καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ
γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα ὑπάρχιν {²⁶ὑπάρχειν}²⁶ αὐτοῖς
καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us