Proxeny decree for Adamas, son of Dion, of Meliteia.  L-shaped base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 287 — IG VII 409 [= ll. 10-11]
1 Ἀρίστων Νικοστράτου [εἶπεν· ἐπειδὴ Ἀδάμας]
εὔνους ὢν διατελεῖ τεῖ π̣[όλει Ὠρωπίων καὶ ἐμ παντὶ]
καιρῶι τὸ συμφέρον πράττε[ι τεῖ πό]λει κα[ὶ κα]-
θ’ ἰδίαν ἑκαστῶι καθ’ ἃ ἂν δυνατὸς εἶ, [δ]εδόχθ[αι τεῖ]
5 βουλεῖ καὶ τῶι δήμωι· Ἀδάμαντα Δίωνος Αἰ[τωλὸν]
ἀπὸ Μελιτείας πρόξενον εἶναι τῆς πόλεως
Ὠρωπίων καὶ αὐτὸν 〚— — —〛 καὶ ἐκγόνους καὶ εἶναι
αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν
καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατ[ταν]
10 καὶ πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα ὅσα καὶ τ[οῖς]
λοιποῖς προξένοις καὶ εὐεργέταις τῆς πόλεως ὑπ[άρχει].
Search Help
Contact Us