Proxeny decree for the tragedian Kleonikos, son of Kleokrates, of Rhodes.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 221-204 BC — IG VII 275
| 1 | ἐπὶ ἱερέως Δημοκράτου· |
| Πυθόκριτος Ἀνθέως εἶπεν· ἐπειδὴ Κλεόνικος ὁ τραγωιδὸς | |
| εὔνους ὢν διατελεῖ τῆι τε πόλει κοινῆι καὶ ἰδίαι τοῖς δεομέ- | |
| νοις τῶν πολιτῶν παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδό- | |
| 5 | χθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Κλεόνικον Κλεοκράτου Ῥόδιον |
| πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων αὐτὸν | |
| καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ | |
| ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου ὄντος | |
| καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα | |
| 10 | ὑπάρχειν αὐτοῖς ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |