Proxeny decree for the tragedian Kleonikos, son of Kleokrates, of Rhodes. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 221-204 BC — IG VII 275
1  ἐπὶ ἱερέως Δημοκράτου·
Πυθόκριτος Ἀνθέως εἶπεν· ἐπειδὴ Κλεόνικος ὁ τραγωιδὸς
 εὔνους ὢν διατελεῖ τῆι τε πόλει κοινῆι καὶ ἰδίαι τοῖς δεομέ-
 νοις τῶν πολιτῶν παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδό-
5  χθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Κλεόνικον Κλεοκράτου Ῥόδιον
 πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων αὐτὸν
 καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ
 ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου ὄντος
 καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα
10  ὑπάρχειν αὐτοῖς ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us