Proxeny decree for Nikias, son of Epimenides, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 221-204 BC — IG VII 274
1  ἐπὶ ἱερέως Δημοκράτου·
Δημόστρατος Εὐδήμου εἶπεν· ἐπειδὴ Νικίας Ἐπιμενίδου v
Ἀθηναῖος εὔνους ἐστὶν τῆι πόλει καὶ λέγων καὶ πράττων v
 διατελεῖ τῆι πόλει τὰ συμφέροντα ἐμ παντὶ καιρῶι, δεδόχθαι
5  τῆι βουλῆι καὶ τῶι δήμωι· Νικίαν Ἐπιμενίδου Ἀθηναῖον πρόξε-
 νον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι
 αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ
 ἀσφάλειαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ
 θάλατταν καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ
10  εὐεργέταις γέγραπται.
Search Help
Contact Us