Proxeny decree for Sopatros, son of Zenon, of Herakleia. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 221-204 BC — IG VII 252
1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Διονυσίου, ἐπὶ δὲ πόλεως Νικοκλέους, ἱερέως δὲ τοῦ Ἀμφιαράου Δημοκράτου, vacat c.10 |
Κλεόμαχος Μειλίχου εἶπεν· ἐπειδὴ Σώπατρος εὔνους ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων καὶ τοῖς δεομένοις παρέχεται χρείας | |
ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Σώπατρον Ζήνωνος Ἡρακλειώτην πρόξενον εἶναι τῆς πόλεως Ὠρω- | |
πίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου | |
5 | καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |