Proxeny decree for Autokrates, son of Nikokles, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 273
1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Φίλωνος, ἐπὶ δὲ πόλεως Θεοτίμου,
 ἱερέως δὲ τοῦ Ἀμφιαράου Νικίππου,
Εὔβουλος Ἀμύντου εἶπεν· ἐπειδὴ Αὐτοκράτης εὔνους ἐστὶν
 τῆι πόλει καὶ λέγων καὶ πράττων τὰ συμφέροντα ἐν παντὶ καιρῶι
5  διατελεῖ, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Αὐτοκράτην Νικοκλέους
 Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν
 καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ
 ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρή-
 νης καὶ τὰ ἄλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐ-
10  εργέταις γέγραπται.
Search Help
Contact Us