Proxeny decree for Philon, son of Philiskos, of Kios.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — bef. 202 BC — IG VII 367 + 389 — AD 28 A (1973) 190, 22 — SEG 26.604
1 ἱερέως Ἑρμοκράτου, Γοργίων Γοργίππου εἶπεν· ἐπειδὴ Φίλων Φιλίσκου Κιανὸς
εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπ̣ίων καὶ τοῖς πολίταις χρείας παρέχεται,
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· πρ[όξε]νον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν
καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆ[ς καὶ ο]ἰκίας ἔνκτησιν καὶ πολιτείαν καὶ ἀσυλίαν
5 καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κα[τὰ] θάλατταν καὶ πολέμου καὶ εἰρήνης
καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλ[λ]οις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us