Proxeny decree for Philochares, son of Diognetos, of Athens.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 319
1 | Δημήτριος Σωφίλου εἶπεν· ἐπειδὴ |
Φιλοχάρης Διογνήτου Ἀθηναῖος | |
διατελεῖ εὔνους καὶ χρήσιμος ὢν | |
τῆι πόλει, δεδόχθαι τῶι δήμωι· εἶναι | |
5 | αὐτὸν πρόξενον καὶ εὐεργέτην |
τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν | |
καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς | |
καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλει- | |
αν καὶ ἀσυλίαν καὶ πολέμου καὶ | |
10 | εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θά- |
λατταν καὶ ἰσοτέλειαν καὶ τἆλλα̣ | |
πάντα καθάπερ τοῖς ἄλλοις | |
προξένοις καὶ εὐεργέταις. |