Proxeny decree for Diodoros, son of Artemidoros, of Athens. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 317
1 | Μητρόδωρος Ἕρμωνος εἶ̣πεν· ἐπειδὴ Διόδωρος εὔνους ὢν διατελεῖ τῆι τε πόλει καὶ τῶ[ν] |
πολιτῶν ἀεὶ τοῖς δεομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλεῖ καὶ τῶι δή- | |
μωι· Διόδωρον Ἀρτεμιδώρου Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους | |
[κ]αὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ | |
5 | [εἰρ]ήνης οὔσης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν αὐτῶι καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ |
[ε]ὐεργέταις τῆς πόλεως. |