Proxeny decree for Diodoros, son of Artemidoros, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 317
1 Μητρόδωρος Ἕρμωνος εἶ̣πεν· ἐπειδὴ Διόδωρος εὔνους ὢν διατελεῖ τῆι τε πόλει καὶ τῶ[ν]
πολιτῶν ἀεὶ τοῖς δεομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλεῖ καὶ τῶι δή-
μωι· Διόδωρον Ἀρτεμιδώρου Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους
[κ]αὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ
5 [εἰρ]ήνης οὔσης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν αὐτῶι καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ
[ε]ὐεργέταις τῆς πόλεως.
Search Help
Contact Us