Proxeny decree for Philippos, son of Alkimachos, of Macedonia. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 316 — cf. SEG 47.494
1 ἱερέως Ἀθηνοδώρου, μηνὸς Ἀλαλκομενείου, Διονυσόδωρος Σίμου ε[ἶπε]ν·
E)PEIDH\ *FI/LIPPOS *)ALKIMA/XOU *MAKEDW\N EU)/NOUS E)STI\ KOINEI= TE TEI= PO/[L]EI
Ὠρωπίων καὶ ἰδίαι τοῖς χρείαν ἔχουσι τῶν πολιτῶν διατελεῖ βοηθῶ[ν καὶ λέγ]ων
καὶ πράττων ὑπὲρ αὐτῶν ἐν παντὶ καιρῶι τ[ὰ συμφ]έροντα, δεδόχ[θαι τ]εῖ βουλεῖ
5 καὶ τῶι δήμωι· Φίλιππον Ἀλκιμάχου Μακε[δόν]α αὐτὸν καὶ ἐκγόνους προξένους
εἶναι καὶ εὐεργέτας τῆς πόλεως Ὠρωπίων κ[αὶ] εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησ-
ιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν καὶ κα[τ]ὰ θάλατταν καθάπερ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις, ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν τῶι ἱερῶι τοῦ Ἀνφιαρά-
ου ἐν τόπωι ὡς καλλίστωι.
Search Help
Contact Us