Proxeny decree for Rhodon, son of Rhodokles, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 299
1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Ν[ικ]ασαρέτου, ἐπὶ πόλεως δὲ
Μητροδώρου, ἱερέως τοῦ Ἀμφιαράου Φαινίου, μηνὸς Ἀλαλκο-
MENEI/OU, *)/ASWPOS *DE/RKWNOS EI)=PEN: PROBEBOULEUME/NON
αὑτῶι εἶναι πρὸς τὸν δῆμον· ἐπειδὴ Ῥόδων εὔνους ὢν
5 διατελεῖ τῆι τε πόλει κοινεῖ καὶ ἰδίαι τοῖς δεομένοις
τῶν πολιτῶν παρέχεται χρείας ἐμ παντὶ καιρῶι,
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ῥόδωνα Ῥοδοκλέ-
ους Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς
πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς
10 γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν
καὶ κ[α]τὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου
ὄντος καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν
αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ-
γέταις γέγραπται.
Search Help
Contact Us