Proxeny decree for Antikrates, son of Timon, of Lysimacheia.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 174, 8 — SEG 15.270
| 1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Ἱππάρ- |
| χου, ἱερέως δὲ τοῦ Ἀμφιαράου Δημο- | |
| στράτου, v Ἀριστόνους Νεανδρίδο̣υ̣ | |
| εἶπεν· ἐπειδὴ Ἀντικράτης εὔνους | |
| 5 | ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων |
| καὶ τῶν πολιτῶν τοῖς δεομένοις ἐμ | |
| παντὶ καιρῶι παρέχεται χρείας, δεδό- | |
| χθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀντι- | |
| κράτην v Τίμωνος v Λυσιμαχέα | |
| 10 | πρόξενον εἶναι τῆς πόλεως Ὠρωπί- |
| ων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐ- | |
| τῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσο- | |
| τέλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν | |
| καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάν- | |
| 15 | τα καθάπερ τοῖς ἄλλοις προξένοις |
| καὶ εὐεργέταις. |