Proxeny decree for Kallias, son of Theoros, of Karystos. Base of
white marble, broken at the top.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 240
| 1 | ἄρχοντος ἐν κοινῶι Εὐέργου, ἱερέως τοῦ Ἀμφιεράου Φανοστράτου, Πολύνικος Πανδάρου εἶπε[ν]· |
| ἐπειδὴ Καλλίας εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν | |
| [ἐ]ν παντὶ καιρῶι τὸ συνφέρον πράττει, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Καλλίαν Θεώρου Καρύστιον πρόξε[νον] | |
| εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ | |
| 5 | ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ <κα>τὰ θάλατταν καὶ τἆλλα πάντα καθ[ά]- |
| περ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται. |