Proxeny decree for Euboulides, son of Kalliades, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 335
1 ἐπὶ ἱερέως Μολοττοῦ, Ἀλαλκομε-
νείου, Πύθων Καλλιγείτονος εἶπεν·
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι·
Εὐβουλίδην Καλλιάδου Ἀθηναῖον πρόξε-
5 νον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ ἐγγό-
νους καὶ αὐτὸν καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας
ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ κατὰ
γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης
καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ [τ]οῖς ἄλλοις
10 προξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us