Proxeny decree for Euboulides, son of Kalliades, of Athens. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 335
| 1 | ἐπὶ ἱερέως Μολοττοῦ, Ἀλαλκομε- |
| νείου, Πύθων Καλλιγείτονος εἶπεν· | |
| δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
| Εὐβουλίδην Καλλιάδου Ἀθηναῖον πρόξε- | |
| 5 | νον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ ἐγγό- |
| νους καὶ αὐτὸν καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας | |
| ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ κατὰ | |
| γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης | |
| καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ [τ]οῖς ἄλλοις | |
| 10 | προξένοις καὶ εὐεργέταις γέγραπται. |