Proxeny decree for Menios, son of Zoilos, of Byzantion. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 339
1 | Ἀρίστανδρος Καλλιγείτονος εἶπεν· δεδόχθαι τῶι δήμωι· Μήνιον Ζωΐλου |
Βυζάντιον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν | |
καὶ ἐγγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν | |
καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν | |
5 | καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |