Proxeny decree for Dioskourides, son of Theophanes, of Athens.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 230 BC — ArchEph (1892) 45, 74
1 | Ὀλυμπίχου ἱερέως, μηνὸς Θυΐου, ἐπεψήφιζε Ἀσώπων Μικύθου, Δημήτρι- |
[ο]ς Εὐφρα[ί]νοντος εἶπεν· δεδόχθαι τῶι δήμωι· Διοσκουρίδην Θεοφάνου vv | |
[Ἀ]θηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶ- | |
ναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀ%⁸⁰- | |
5 | σφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν vv |
καὶ τὰ ἄλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |