Proxeny decree for Menippos, son of Kratippos, of Pergamon.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 241-230 BC — IG VII 387 — ArchEph (1925/26) 17, 132
1 | Διονυσόδωρος Σωτῆρος εἶπεν· ἐπειδὴ Μ[έ]ν[ι]π[πος] |
Κρατίππου Περγαμηνὸς εὔνους ὢν δια[τ]ε[λεῖ τεῖ τε] | |
πόλει Ὠρωπίων καὶ τῶν πολιτῶν τοῖς [ἀεὶ] δε[ομένοις] | |
χρείας παρέχεται ἐμ̣ παντὶ καιρῶι καὶ λ[έ]γων κα[ὶ πράττων] | |
5 | τὰ συμφέροντα, ἐπιδημήσας τ̣ε̣ ἀ̣ν̣εστ[ράφ]η ἀξίω[ς μὲν] |
αὑτοῦ, ἀξίως δὲ τῆς τοῦ βασιλέ[ω]ς αἱρ[έσεω]ς, δε̣δ[όχθαι τῶι] | |
δήμωι· Μένιππον Κρατίππου Περγαμηνὸ[ν πρόξ]ενο[ν εἶναι καὶ] εὐ- | |
εργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτ[ὸν καὶ] ἐκ[γόν]ους καὶ εἶ[ν]αι | |
αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσ[οτέλ]ειαν καὶ ἀσυλίαν κα[ὶ] | |
10 | κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέ[μου ὄν]τος κα[ὶ εἰρ]ήνης κα[ὶ] |
τἆλλα ὑπάρχειν πάντα καθάπερ κ[αὶ τοῖς] ἄλλοις [προξ]ένοι[ς] | |
καὶ εὐεργέταις τῆς πόλεως γέγρ[απται]· vacat c.8 ἐ[πεψήφ]ιζ[εν] | |
Ἀριστογείτω[ν Μειλίχου]. |