Proxeny decree for Poliagros, son of Nikoboulos, of Chalkis.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1892) 35, 63
| 1 | ἐπὶ ἱερέως Φιλιππίδου· |
| Λύσανδρος Αἴσχρωνος εἶπεν· προβεβουλευμένον εἶναι αὑτῶι, ἐπειδὴ Πολίαγρος τεῖ | |
| τε πόλει εὔνους ἐστὶν ἐμ παντὶ καιρῶι καὶ διατελεῖ χρείας παρεχόμενος ἀεὶ τῶι δεο- | |
| μένωι τῶν πολιτῶν, δεδόχθαι τῶι δήμωι· Πολίαγρον Νικοβούλου Χαλκιδέα πρόξενον | |
| 5 | εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι ἀσφάλειαν καὶ ἀσυ- |
| λίαν καὶ ἰσοτέλειαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν | |
| καὶ γῆς καὶ οἰκίας ἔγκτησιν καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ τοῖς λοιποῖς προξένοις | |
| τῆς πόλεως ὑπάρχει. |