Proxeny decree for Hipparchos, son of Memnon, of Corinth.  Crowning block of white marble from a statue base.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 309
1 Ἀμφίνικος Πυθίωνος εἶπεν· ἐπειδὴ Ἵππα̣[ρχος]
εὔνους ἐστὶν τῆι πόλει καὶ λέγων καὶ πράττω̣[ν τὰ συμ]-
φέροντα καὶ κατὰ τὴν τέχνην ἐμ παντὶ καιρῶι δια[τελ]ε̣ῖ̣,
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἵππαρχον Μέμ[ν]ονος
5 Κορίνθιον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠ-
ρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι τε καὶ τοῖς
ἐκγόνοις γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσ-
φάλειαν καὶ ἀσυλίαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ
κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα ὑπάρχειν
10 αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις
τῆς πόλεως γέγραπται.
Search Help
Contact Us