Proxeny decree for Telesippos, son of Timotheos, of Athens.  Crowning block of black stone from a statue base, broken on the right.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 225-200 BC — IG VII 308
1 ἄρχοντος ἐν τῶι κοινῶι Βοιωτῶν Ποτιδαΐχου, ἱερέ[ως δὲ]
τοῦ Ἀμφιαράου Ὠρωποδώρου, μηνὸς Ὁμολωΐου, Ἀμφίν[ικος]
Πυθίωνος v εἶπεν· ἐπειδὴ Τελέσιππος Τιμοθέο[υ]
εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων καὶ τοῖς δεομέ[νοις παρέχεται]
5 χρείας ἐν παντὶ καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμ[ωι· Τελέσιππον]
Τιμοθέου Ἀθηναῖον πρόξενον vvv εἶναι τῆς πόλεως α̣[ὐτὸν καὶ]
ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσ[οτέλειαν]
καὶ ἀσυλίαν καὶ πολέ%⁸⁰μου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κ[ατὰ]
[θάλα]τταν καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ τοῖς λοιποῖς πρ[οξένοις]
10 [γέγ]ραπται.
Search Help