Proxeny decree for Apollothemis, son of Prasidas, of Byzantion. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 174, 7 — SEG 15.269
1 Ἀριστομένης Μειλίχου εἶπεν·
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι·
Ἀπολλόθεμιν Πρασίδα Βυζάντιον
πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων
5 καὶ αὐτὸν καὶ ἐγγόνους καὶ εἶν<αι> αὐτῶι
γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν
καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν
καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰ-
ρήνης καὶ τἆλλα πάντα καθάπερ τοῖς
10 ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us