Proxeny decree for Menekrates, son of Melanippos, of Euromos.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 376
| 1 | Ἀριστομένης Νικίου εἶπεν· ἐπειδὴ Μεν[εκρά]- |
| της Μελανίππου Εὐρωμεὺς εὔνους ὢν δι[ατε]- | |
| λεῖ τεῖ τε πόλει Ὠρωπίων καὶ κοινεῖ καὶ ἰδίαι π[αρέ]- | |
| χεται χρείας τοῖς ἀεὶ δεομένοις, δεδόχθ[αι τεῖ] | |
| 5 | βουλεῖ καὶ τῶι δήμωι· Μενεκράτην Μελανίππου [Εὐρω]μέα |
| πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠ- | |
| ρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς | |
| γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλ[ί]- | |
| αν καὶ ἀσφάλειαν καὶ πολέμου ὄντος καὶ εἰρή- | |
| 10 | νης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλ- |
| λα πάντα ὑπάρχειν αὐτοῖς καθάπερ καὶ τοῖς | |
| ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πό- | |
| λεως Ὠρωπίων γέγραπται· ἐπεψήφιζεν | |
| Ἀντίνικος. |