Proxeny decree for Moschos, son of Zoilos, of Athens. Statue base
of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 248 [= l. 1] — IG VII 4258
1 | Μελάντας Ἀμεινοτέλου εἶπεν· ἐπειδὴ Μόσ- |
χος εὔνους ὢν διατελεῖ τεῖ τε πόλει Ὠρωπίων | |
καὶ ἰδίαι παρέχεται χρείας τοῖς δεομένοις | |
τῶν πολιτῶν ἐν παντὶ καιρῶι, δεδόχθαι τεῖ βου- | |
5 | λεῖ καὶ τῶι δήμωι· Μόσχον Ζωΐλου Ἀθηναῖον |
πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως | |
Ὠρωπίων αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι αὐ- | |
τῶι γῆς καὶ οἰκίας ἔγκτη{τ}σιν {²⁶ἔγκτησιν}²⁶ καὶ ἰσοτέλειαν | |
καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰ- | |
10 | ρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα |
πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ- | |
γέταις τῆς πόλεως. |