Proxeny decree for Herodotos and Tlepolemos, sons of Aristolochos, of Ephesos.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 239-229 BC — IG VII 340
1 ἱερέως Σπινθάρου, μηνὸς Δαματρίου, ἐπεψήφιζεν Ἀριστόνικος
[Ε]ὐ̣φήρου· Κτησιφῶν Ἀνφινίκου εἶπεν· δεδόχθαι τῶι δήμωι· Ἡρόδοτον
καὶ Τληπόλεμον Ἀριστολόχο[υ] Ἐφεσίους προξένους εἶναι τῆς πόλεως
Ὠρωπίων αὐτοὺς καὶ ἐγγόνου[ς] καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν
5 καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν κα[ὶ] ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης
καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ <ἄ>λλα πάντα καθάπερ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us