Proxeny decree for Autokles, son of Ainesidemos, of Chalkis. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 239-229 BC — ArchEph (1892) 49, 79
1 ἱερέως Σπινθάρου, Ἀριστομένης Μειλίχου εἶπεν· δεδόχθαι τῶι δήμωι· Αὐ-
τοκλῆν Αἰνησιδήμου Χαλκιδέα πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων αὐ-
τὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν
καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ
5 θάλατταν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐερ-
γέταις.
Search Help
Contact Us