Proxeny decree for Demetrios, son of Zoilos, of Olynthos. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-230 BC — IG VII 265
| 1 | ἱερέως Φάνου, Ἀσώπων Μικύθου εἶπεν· ἐπειδὴ Δημήτριος διατελεῖ εὔνους ὢν |
| τῆι πόλει Ὠρωπίων καὶ λέγων καὶ πράττων τὰ συμφέροντα, δεδόχθαι τῶι δήμωι· | |
| Δημήτριον Ζωΐλου Ὀλύνθιον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκ- | |
| γόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ | |
| 5 | ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλ- |
| λα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |