Proxeny decree for Polyzalos, son of Autokles, of Megara.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 230 BC — IG VII 263
1 ἱερέως Ἀσώπωνος, Ἀλαλκομενείου, Σώφιλος Δημητρίου εἶπεν· [ἐπει]-
δὴ Πολύζαλος εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων καὶ τῶν πολ[ι]-
τῶν τοῖς χρείαν ἔχουσιν ἐμ παντὶ καιρῶι τὸ συμφέρον πράττει, δεδ[ό]-
χθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Πολύζαλον Αὐτοκλοῦ Μεγαρέα πρόξε-
5 νον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς
καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν κα[ὶ]
κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα καθάπερ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us