Proxeny decree for Plator, son of Epikades, of Illyrian Dimalle.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 282
1 | Εὔβουλος Ἀμύμτου {²⁶Ἀμύντου}²⁶ εἶπεν· ἐπειδὴ Πλάτωρ εὔνους ὢν διατελεῖ καὶ τῶν πολιτῶν ἀεὶ τοῖς δε- |
ομένοις χρείας παρέχεται ἐν παντὶ καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Πλάτορα Ἐπι- | |
κάδου Διμαλλίτην πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγό- | |
νους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν κα- | |
5 | τὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν αὐτῶι |
καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |