Federal proxeny decree for Apollodoros, son of Phrynichos, of Athens.  Pedimental stele of white marble. Stoich. 20.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 4259 — ArchEph (1919) 78, 113 — Schwyzer, DGE 449
1 Χαροπίνω ἄρχοντος, Εὐφρ-
αίνων Πτωϊοδώρου Ὠρώπι-
ος ἔλεξε· δεδόχθη τοῖ δάμ-
οι· Ἀπολλόδωρον Φρουνίχ-
5 ου Ἀθανῆον πρόξενον εἶμ-
εν κὴ εὐεργέταν τῶ κοινῶ
Βοιωτῶν αὐτὸν καὶ ἐγγόνω-
ς κὴ εἶμεν αὐτοῖς γᾶς ἔππ-
ασιν κὴ <ο>ἰκίας κὴ ἀσφάλι-
10 αν κὴ ἀσουλίαν κὴ πολέμω
ἰόντος κὴ ἰράνας κὴ κατὰ
γᾶν κὴ κατὰ θάλατταν κὴ τ-
ἆλλα πάντα ὅσα κὴ τοῖς λο-
ιποῖς προξένοις κὴ εὐερ-
15 γέτηις τῶ κοινῶ Βοιωτῶν.
Search Help
Contact Us