Proxeny decree for Hermias, son of Nearchos, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 385
1 Παυσανίας Κιρωνίδου εἶπεν· ἐπειδὴ Ἑρμίας εὔνους ὢν διατελεῖ τῆι τε
πόλει Ὠρωπίων καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐν παντὶ καιρῶι τὸ συνφέρον
πράττει, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἑρμίαν Νεάρχου Ἀθηναῖον πρόξενον
εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶεἶναι αὐτ[οῖς]
5 γῆς, οἰκίας ἔνκτησιν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κ[ατ]-
ὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις κ[αὶ]
εὐεργέταις γέγραπται.
Search Help
Contact Us