Proxeny decree for Aristeides, son of Mnesitheos, of Athens. Stele
of white marble with upper molding.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 275-250 BC — ArchEph (1952) 172, 4 — SEG 16.298
1 | Ἀντίβιος Βιόττου εἶπεν· ἐπ- |
[ε]ιδὴ Ἀριστείδης εὔνους ὢ- | |
ν διατελεῖ τεῖ πόλει τεῖ Ὠρω- | |
πίων καὶ ἰδίαι ἑκάστωι τῶν π- | |
5 | [ο]λιτῶν χρείας παρέχεται κα- |
[ὶ] λέγων καὶ πράττων τὰ συμ[φ]- | |
έροντα, δεδόχθαι τῶι δήμωι· | |
Ἀριστείδην Μνησιθέου Ἀθη- | |
ναῖον πρόξενον εἶναι τῆς πόλ- | |
10 | εως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐ[γ]- |
γόνους καὶ εἶναι αὐτῶι γῆς κα- | |
ὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλε- | |
ιαν καὶ ἀσυλίαν καὶ ἀσφάλεια- | |
ν καὶ πολέμου καὶ εἰρήνης καὶ κ- | |
15 | ατὰ γῆν καὶ κατὰ θάλατταν καὶ |
τἆλλα πάντα καθάπερ τοῖς ἄλλ- | |
οις προξένοις καὶ εὐεργέταις. |