[ ]
Italia (Campania) — Neapolis (Napoli) — undated — IG XIV 793 — GVI 1925
| 1 | στάς, ξένε, τάνδ’ ἄθρησον ἐπὶ στά<λλ>αι Κλεοπάτραν, |
| ἃν Φθόνος εἰς Ἀΐδαν, οὐ Χρόνος ἠγάγετο, | |
| μορφᾶς ἇι πρωτεῖον ἔχειν δωρήσατο Κύπρις, | |
| ἔργα δ’ Ἀθαναία τερπνὰ σαοφροσύνας, | |
| 5 | Μοῦσα δὲ καὶ σοφίαν καὶ πακτίδα τὰν φιλέραστον |
| συμφωνίαν ἐρατοῖς μειξαμένα μέλεσιν· | |
| καὶ γνοὺς ὡς θ{α}νατοῖ<ς> {²⁶θνατοῖς}²⁶ οὐδὲν γλυκερώτερον αὐγᾶς, | |
| ζῆθι {⁷ζῆτι}⁷, κάλον τείνας οὔριον εὐφροσυνᾶν. | |
| εἰ καί σου κεύθει κάλλος νέον, ὦ Κλεοπάτρα, | |
| 10 | τύμβος καὶ φροῦδον σῶμα λέλογχε κόνις, |
| ἀλλ’ ἀρετὰ βιοτ<ᾶς> ἀιὲν ζωοῖσι μέτεστι, | |
| ψυχᾶς μανύουσ’ εὐκλέα σωφροσύνην. |