[ ]
Italia (Campania) — Neapolis (Napoli) — ca. 71 AD — IG XIV 758 — cf. I.Napoli II, p. 142
| 1 | Ὀκτάουιος Καπράριος Ὀκταουίωι |
| Καπραρίωι υἱῶι εὐσεβεστάτωι κατὰ τὸ τῆς | |
| βουλῆς ψήφισμα ∙ ι πρὸ καλαν(δῶν) ∙ Ἰανουαρίων | |
| γραφομένων παρῆσαν Πετρώνιος Σκάπλας {²⁷Σκαπλᾶς(?) (Herrmann)}²⁷, Μαννεῖος | |
| 5 | Πρεῖσκος, Ποππαῖος Σεουῆρος ∙ περὶ οὗ προσανήνεγκαν τῆι |
| βουλῆι Πάκκιος Κάληδος καὶ Οὐείβιος Πωλλίων οἱ ἄρχοντες, περὶ | |
| τούτου τοῦ πράγματος οὕτως ἔδοξεν ∙ παντὶ μὲν πολείτηι | |
| συνάχθεσθαι δεῖν ἐπὶ τέκνου τελευτῆι, μάλιστα δὲ Ὀκταουίωι Καπρα- | |
| ρίωι ἀνδρὶ ἀξιολόγωι, βιοῦντι ἐπεικῶς καὶ ἀγορανομήσαντι σεμνῶς, ἀποβα- | |
| 10 | λόντι υἱὸν Καπράριον νεώτερον, μεμαρτυρημένον ὑφ’ ἡμῶν |
| διά τε τὴν τῶν τρόπων κοσμιότητα καὶ διὰ τὴν ὁμοίαν τῶι πατρὶ | |
| ἐπιτελεσθεῖσαν αὐτῶι ἀγορανομίαν· παραμυθεῖσθαι οὖν αὐτὸν | |
| δημοσίαι καὶ δίδοσθαι τόπον εἰς κηδείαν, ὃν ἂν ὁ πατὴρ αὐτοῦ ἕληται. | |
| l(ocus) d(atus) p(ublice) d(ecreto) d(ecurionum). |