[ ] Italia (Campania) — Neapolis (Napoli) — 194 AD — cf. I.Napoli II, p. 141
col. I.1  ἐπὶ̣ [ὑ]π̣ά̣τ̣ω̣ν̣ ∙ Αὐτοκράτορος Καίσ(αρος) ∙ Λ(ουκίου) ∙ Σεπτιμίου
 Σεουήρου Π[ερ]τένακος ∙ Σεβ(αστοῦ) ∙ τὸ ∙ β[καὶ Δ(εκίμου) Κλωδίου Σεπτιμίου]
 〚[Ἀλβίνου Καίσ(αρος)]〛, δημαρχοῦντος ∙ Μ(άρκου) ∙ Αὐρηλίου Ἀπολαύστου ∙ ν(εωτέρου) ∙
 πρ(ὸ) ∙ ζʹ ∙ καλ(ανδῶν) ∙ Ἰανου[α]ρίων ∙ γραφομένων παρῆσαν ∙ Καίλ(ιος) ∙ Ἀσιατικός,
5 Ἰούλ(ιος) ∙ Αὐρηλιανός ∙ Ἰούλ(ιος) ∙ Καιλιανός, εἰσηγουμένων ∙ <τ>ὴν γνώμην
 ἁπάντων ∙ φρητόρων ∙ περὶ τούτου τοῦ πράγματος οὕτως ἔδοξεν·
ἐπειδὴ {ι} Μουνάτι[ο]ς Ἱλαριανὸς πολείτου δικαίου καὶ φιλοπάτριδος
 γνώμηι ∙ καὶ διαθέσει χρώμενος ∙ τὴν φρατρίαν ∙ ὁρῶν ∙ τὴν ἡμετέραν
 ἀκόσμητον ∙ οὖσαν ∙ καὶ παλαιάν ∙ φρονήματι ∙ λαμπρῶι ∙ καὶ μεγαλοψύχωι ∙ χρη-
10  σάμενος ∙ λίθοις ποικίλοις τοῖς ἀρίστοις ∙ καὶ σπανιωτάτοις πολυτελείᾳ
 κατασκευῆς ἐκόσμησεν τὸν οἶκον καὶ τὴν ὀροφὴν ∙ ἐποίησε χρυσοῦ ∙ μη-
 δέν τι δαπάνης χρημάτων ∙ φεισάμενος, μηδὲ τῶν ∙ εἰς τοῦτο ἀναλωμά-
 των, καὶ τοῖς μὲν Ἀρτεμεισίων φράτορσιν ἑστιατήριον ἐποίησε τῶν ἄλ-
 λων σεμνότερον, τῇ δὲ Ἀρτέμιδι, ἧς ἐστιν ἐπώνυμος ἡ φρατρία, νεὼν
15  κατεσκεύασεν ἄξιον καὶ τῆς θεοῦ καὶ τῆς κοινῆς εὐσεβείας, δεδόχθαι
 τοῖς Ἀρτεμεισίων φράτορσιν· ἀμείβεσθαι τὴν εὔνοιαν αὐτοῦ τὴν τοσαύτην
 καὶ τὴν φιλοτειμίαν, πρῶτον μὲν τῇ τῆς διαθέσεως καὶ προαιρέ<σε>ως τειμῆι
 πάντων οἰκειότατον καὶ προστάτην καὶ πα<τέ>ρα νομίζοντας καὶ βίον εὐ-
 χομένους αὐτῷ μακρὸν ∙ ἐν εὐδαιμονίᾳ, ἔπειτα δὲ καὶ τειμὰς αὐτῶι νέμειν, κατὰ
20  δύναμιν τὴν ἡμετέραν, τὰς προσηκούσας ἀνδριάντων ἀναστάσεις τεσ-
 σάρων ἐν τῆι φρατρίᾳ, δύο μὲν αὐτοῦ Μουνατίου Ἱλ̣αριανοῦ τοῦ φιλοπάτριδος, δύο
 δὲ τοῦ ὑοῦ αὐτοῦ Μαρίου Οὐήρου τοῦ ἥρωος· ἀναθεῖναι δὲ καὶ εἰκόνας ἐν τῆι φρα-
 τρίᾳ μετὰ ἀσπιδείων χρυσῶν ἀνφοτέρων, προσφέρειν δὲ αὐτῶι καὶ πεντήκοντα
col. II.1  χώρας ὁλοκλήρους ∙ καὶ κεχαλκολογηκότων ἐν τῇ φρατρίᾳ προῖκα,
 ὡς μὴ μόνον κεκοσμῆσθαι ∙ τὴν φρατρίαν ἡμεῖν πολυτελείᾳ καὶ
 {καὶ} κάλλει τῆς κατασκευῆς καὶ σεμνότητι ∙ ἱροπρεπεῖ, ἀλλὰ καὶ τῷ πλή-
 θει τῶν νεμόντων εὐξῆσθαι τὴν φρατρίαν Μουνατίου ∙ Ἱλαριανοῦ τοῦ
5  φιλοπάτριδος τετε<ι>μημένου· ἐπικυροῦντος ∙ τὸ ψήφισμα ∙ Κανεινίου
 Ἡρακλείδου τοῦ φροντιστοῦ τῆς φρατρίας.
Μουνάτιος ∙ Ἱλαριανὸς ∙ Ἀρτεμεισίων ∙ φρήτορσι   ∙   vacat χαίρειν.
 τὰς τειμὰς ἃς ἐψηφίσασθέ μοι καὶ τὰς δωρεὰς εἰς ἀμοιβὴν τῆς εὐνοίας
 καὶ τῆς προθυμίας τῆς ἐμῆς ἡδέως ἔλαβον, οὐ διὰ τὸ μέγεθος ὧν ἐπεδεί-
10  ξασθε φιλοτειμούμενοι πρὸς ἐμὲ καὶ τὸν υἱὸν τὸν ἐμὸν ἥρωα τὸν
 ὑμέτερον, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν προαίρεσιν τῶν διδόντων ∙ ὅτι χρησ-
 τοὺς ὑμᾶς    καὶ δικαίους ἐπέγνων ἐκ τῶν ἀμοιβῶν. τὰς μὲν οὖν
 τεσσεράκοντα χώρας ∙ ἃς προετείνατέ μοι παραιτοῦμαι, πεντεκαί-
 δεκα χώραις ἐκ τούτων ἀρκούμενος ∙ καὶ τῶν εἰκόνων ∙ τῶν τεσσάρων καὶ
15  τῶν ἀνδριάντων τῶν τεσσάρων ἐμοὶ μὲν ∙ ἱκανὴ {ι} ∙ μία γραφὴ {ι} ∙ καὶ χαλ-
 κοῦς ∙ ἀνδριὰς εἷς, ἴσαι δὲ τειμαὶ καὶ τῶι μεθεστηκότι ∙ τὰς γὰρ πολλὰς ∙ εἰκό-
 νας ∙ καὶ τοὺς πολλοὺς ∙ ἀνδριάντας ἐν ταῖς ὑμετέραις ∙ ψυχαῖς ∙ ἔχομεν ∙ κα-
 θιδρυμένους· χρὴ δὲ ὑμᾶς ∙ ἄνδρες ἀγαθοὶ καὶ φράτορες ∙ ἐμοί, μὴ ταῦτα
 μόνον ἐν ὀφθαλμοῖς ∙ ἔχειν ∙ τὴν φρατρίαν καὶ τὸν εἰς ταύτην κόσ-
20  μον καὶ τὴν πολυτέλειαν, ἀλλὰ καὶ ἕτερα ὑμᾶς ἐλπίζειν παρ’ ἐμοῦ·
 τὸ γὰρ τῆς εὐνοίας ∙ τῆς ἐμῆς ἀεὶ καὶ μᾶλλον ἐγείρει τὴν προθυμίαν
 τὴν ἐμὴν ∙ εἰς τὴν πρὸς ὑμᾶς τειμὴν καὶ χάριν.
col. III.1 L(ucius) ∙ Munatius Hilarianus phretoribus Artemisis
                                       salutem.
honores quos decrevistis mihi, item dona at re-
munerandum animum meum et pronam volun-
5 tatem grate accepi, non pro magnitudine eorum
quae ostendistis tribuentes mihi et filio meo
heroi vestro, set maxime propositi vestri gratia
qui decrevistis ∙ quod vos et bonos et iustos intel-
lexi ex his quae remuneratis. et quidem quinqua-
10 ginta choras quas mihi obtulistis excuso, quinde-
cim contentus, item de imaginibus quattuor et de
statuis quattuor; mihi enim sufficit statua una
et una imago, set et in honorem fili mei sufficiet
statua una; plures enim imagines et statuas in
15 vestris animis habemus constitutas. oportet
autem vos, optimi viri et conphretores, non
solum haec ante oculos habere, phretriam et
cultum eius et lautitiam, <sed etiam alia> sperare de me; disposi-
tio enim animi mei magis hortatur volunta-
20 tem meam in vestrum honorem et gratiam.
           valete.
Search Help
Contact Us