[ ]
Scythia Minor — Kallatis (Mangalia) — late 3rd c. BC — AEMÖ 11 (1887) 34, 33 — Syll.³ 1108
1 | ἔδοξε τοῖς θιασίταις· ἐπειδὴ Βίκων |
Διοσκουρίδα φιλόδοξος ἐὼν καὶ | |
φιλότιμος εἰς τὸν θίασον ἔκ τε | |
τῶν ἰδίων εἰσφορὰς ποιησάμε- | |
5 | νος καὶ τὸ κοινὸν διάφορον πιστευ- |
[θ]εὶς καὶ ἐγδανείσας λυσιτελέως | |
[τῶι θι]άσωι ἀπέδωκε τὰ χρήματα | |
[μετὰ] τῶν γινομένων τόκων καίπερ | |
[δι]ὰ τοὺς καιροὺς ἀποβαλὼν τὰ θιασι- | |
10 | τικὰ χρήμ[α]τα καὶ τοῦ κατὰ τὸν νόμον |
ὀφειλήματ[ο]ς ἀπολυθείς· ὅπως οὖν καὶ | |
οἱ θιασῖτ[αι φα]ίνωνται τὰς ἀξίας | |
τιμὰς ἀπ[οδιδόν]τες τοῖς εἰς ἑαυτοὺ[ς] | |
φιλοτιμο[υμένοις, δ]εδόχθαι τοῖς θι- | |
15 | [ασίταις — — — — — — — — — — —] |
[— — — — — — — — — — — — — —] |