IScM II 375
[ ] Scythia Minor — Tomis (Constanța) — 3rd c. AD — SEG 24.1081; cf. 27.404
See also:
upper margin.1 χαῖρε, παροδεῖτα #⁵⁶ καὶ σ[ύ]·
lower field.2   ἕστηκες ἐπ’ ἐννοίᾳ λέγων·
  ἄρα τίς ἢ πόθεν #⁵⁶ ἥδε; | ἄκου-
  ε δὴ ξεῖνε πάτραν καὶ οὔ-
5   νομα τοὐμόν #⁵⁶ | ἦν μέν μοι̣
  χθὼν τὸ πρὶν Ἑλλάς #⁵⁶ | ἐκ μη-
  τρὸς Ἀθηναίας #⁵⁶ ἐφύην, πα-
  τρός τε Ἑρμιονέος· | Ἐπιφα-
  νία δέ μοι οὔνομα #⁵⁶ πολλὴν̣
10   μὲν ἐσεῖδον ἐγὼ γαῖαν πᾶσάν
  τε ἔπλευσα θάλατταν· | ❦
  ἦν γὰρ ἐμοὶ γενέτης καὶ γαμέτης̣
  ναύκληροι, | οὓς ἐθέμην ❦
  παλαμε͂σιν ἁγναῖς ὑπὸ τύνβῳ
15   θανόντας· | ὄλβιος δέ μοι βίος
  τὸ πρὶν ἦν· | ἐν Μούσες ἐφύην σοφί-
  ης τε μετέσχον #⁵⁶ | φίλες τε λειπο̣-
  μένες ὡς γυνὴ γυνηξὶ πολλὰ πα-
  ρέσχον #⁵⁶ | εἰς εὐσεβίην ἀφορῶσα·
20   καὶ δὲ κλεινήρη κάματον πολὺν ἐ-
  νένκαμεν #⁵⁶ | ἔγνω σαφῶς ∙ οὐ κατ’ εὐ-
  σεβίαν εἰσὶν αἱ θνητῶν τύχαι· |
  Ἑρμογένης Ἀνκυρανὸς καὶ Τομίτης
  φυλῆς Οἰνώπων #⁵⁶ | τῇ ἑαυτοῦ συνβίῳ
25 εὐχαριστῶν μνείας χάριν ἀνέθηκα.
Search Help
Contact Us