[ ]
Scythia Minor — Tomis (Constanța) — 2nd/3rd c. AD
| 1 | Πέρινθός μου ἀνὴρ |
| β̣ωμὸν καὶ στήλην ἀνέθηκεν̣· | | |
| εἰ δὲ θέλις γνῶναι, παροδηπόρε, | |
| τίς τίνος εἰμί #⁵⁶? | τριῶν καὶ δέκα ἐτῶν | |
| 5 | ἠγάπα παῖς ἄξιος ἡμῶν· | |
| εἴτ’ ἐγάμησα αὐτὸν καὶ οἱ τέκνα | |
| τρεῖα ἐκύησα· | υἱὸν ἀπὸ πρώτης, | |
| θύγατρας δύω δῖγμα τύπων μου· | | |
| εἴτ’ ἔτεκον τὸ τέταρτον ἐγὼ | |
| 10 | ὡς μὴ ὤφελλα τεκέσθαι· | |
| θνήσκει γὰρ τὸ βρ<έ>φος πρῶτον | |
| καὶ ’γὼ μετὰ μικρόν· | ❦ λ ❦ | |
| δὲ ἐτῶν ἔλιπον φάος | |
| ἡελίοιο· | Καικιλία δὲ ἐγὼ Ἀρτεμ- | |
| 15 | ισία ὧδ’ ἀν<ά>κειμαι. | καὶ πατρὶς |
| καὶ γαμέτης ἐ<σ>τὶ Πέρινθος ἐμοί· | | |
| υἱός μοι Πρεῖσκος λέγεται, | |
| θυγάτηρ Ἱερωνίς, | οἴκοι δ’ ἐν τὸ βρ<έ>φος | |
| Θεοδώρα ὅτι τέθνηκα· | Πέρινθος | |
| 20 | γαμέτης ζῇ μοι καὶ λεπτά με κλαίει | |
| καὶ ὁ πατήρ μου ὁ γλυκὺς θρηνεῖ | |
| ὅτι ὧδε πέφευγα· | ἔστι δέ μοι μήτηρ | |
| ὧδε #⁵⁶ Φλ(αβία) #⁵⁶ Θεοδώρα #⁵⁶ | καὶ κεῖται ἀνδρός | |
| μου ὁ πατὴρ Καικίλιος ἐνθάδε Πρεῖσ[κος]· | | |
| 25 | [τα]ύτης τοι γενεῆς γενόμην, |
| ἀλλὰ ἄρτι τέθνηκα | [χαῖρε]· | |
| καὶ σὺ δὲ χαῖρε, ἀπ’ ἐμῶν | |
| τύμβων πόστος παροδεύεις. |