[ ]
Scythia Minor — Tomis (Constanța) — ca. 100 BC
| I.1 | [ἐφ’ ἱέρ]ε̣ω Σαρ̣απ̣ίωνος [τ]οῦ Δ̣[ιοσκουρίδου ἄρχοντες] |
| [εἶπ]αν· ἐπειδὴ διὰ τὰς τῶν̣ κ̣αιρῶν περι̣[σ]τάσεις β̣[αρέως] | |
| [ἀπ]ο̣ρῶν καὶ θλιβ̣όμενος ὁ δ̣ῆμος ἐν̣ τ̣ῆ[ι] μεγίσ̣τ̣[ηι καθέ]- | |
| [στ]η[κ]εν δυσελπιστίαι καὶ μάλιστα πάντων ἠ̣γ̣ω̣[νία]κε | |
| 5 | ὑπὲρ τοῦ περιβόλου τῆς πόλεως, τῶν μὲν διὰ τὴν ἀπ[ο]- |
| ρίαν ἐκλελοιπότων τὴν πόλιν, τῶν δὲ διὰ τὴν γενομένη[ν] | |
| [λοι]μικὴν περίστασιν καὶ τὰς ἀῤ̣ῥωστίας μὴ δυναμένων | |
| [φυ]λάσσειν τὴν πατρίδα καὶ διὰ ταῦτα ἐνβριθεστέρας κ[αὶ] | |
| μείζονος φυλακῆς προσδεόμενος οἴεται δεῖν καταστ[ῆ]- | |
| 10 | [σ]αί τινας τοὺς ἀφηγησομένους καὶ φυλάξοντας τοὺς ἐ[πι]- |
| καιροτάτους τῆς πόλεως τόπο̣υς· δεδόχθαι τῆ̣[ι] | |
| β̣ουλῆι καὶ τῶι δήμωι ἑλέσθαι ἡγεμόνας ἐκ πάντων̣ | |
| τ̣ῶν πολε̣ιτῶν ἤδη δύο, οἵτινες καταγράψουσιν ἄνδρ[ας] | |
| ἐπιλέκτους τεσσαράκοντα τοὺς ἐφημερεύσοντα[ς] | |
| 15 | [ἐ]πὶ τῶν πυλῶν καὶ παρακ̣οιτήσοντας τὰς νύκτας κ[αὶ] |
| ἐ̣φοδεύσ̣οντας τὴν πόλιν, ἕως ἂν βελτ[ε]ίονα κατάσ̣- | |
| τ̣α̣σ̣ιν παραγενηθεὶς ὁ δῆμος καὶ διαφυγὼν τοὺς πε[ρι]- | |
| εστῶτας κινδύνους ἀποδῷ τὰς ἀξίας χάριτας τοῖ[ς] | |
| θ̣εοῖς· τοὺς δὲ αἱρεθέντας ἡγεμόνας ἐξουσίαν ἔχειν | |
| 20 | ἀ̣ναγκάζειν καὶ ζημιοῦν ἑκάστης ἡμέρας ἀργυροῖς δέκ̣[α] |
| [κ]αὶ πράσειν {²⁶πράσσειν}²⁶ τοὺς ἀπακτοῦντας, τρόπον ὃν ἂν δύνωνται̣, | |
| [ἀ]ζημίους ὄντας καὶ ἀνυποδίκους· δοθῆναι δὲ αὐτοῖς̣ | |
| ὑ̣πὸ τοῦ δήμου κα[ὶ] εἰς ἀπαρχὴν καὶ σύνοδον χρυσοῦς | |
| [τ]έ̣σσαρας· παραπραθῆναι δὲ αὐτοῖς ὑπὸ τῶν ἀρχόντων̣ | |
| 25 | [ἐ]ν τῷ λιμένι τῶι ἐφ’ ἱέρεω Ἀριστοφάνου· εἱρέθησαν {Ἀπο} |
| Ἀπολλοῦς Νικηράτου, Ποσειδώνιος Γέροντος. | |
| II.27 | ἐ̣φ’ ἱέρεω Θεοφίλου τοῦ Νουμηνίου, ἄρχοντες εἶπαν. ἐπε[ι]- |
| δ̣ὴ αἱρεθέντες ὑπὸ τοῦ δήμου ἡγεμόνες κατὰ ψήφισμα̣ | |
| ἐ̣φ’ ἱέρεω Σαραπίωνος τοῦ Διοσκουρίδου Ἀπολλοῦς Νικη̣- | |
| 30 | ρ̣άτου καὶ Ποσειδώνιος Γέροντος καὶ καταγράψαντ<ε>ς |
| ἄνδρας ἐπιλέκτους τεσσαράκοντα καὶ πᾶσαν εἰσενεγ- | |
| κ̣άμενοι φιλοπονίαν ἐφημερεύοντες ἐπὶ τῶν πυλῶν καὶ | |
| τ̣ὰς νύκτας παρ[α]κ̣οιτοῦντες καὶ ἐφοδεύοντες | |
| διεφύλαξαν τ[ὴν πό]λ̣[ιν ἕω]ς τοῦ ἀποκατασταθῆνα[ι] | |
| 35 | τὸν δῆμον εἰς βελτ[ε]ίονας ἐλπίδας καὶ δοθὲν ἑαυτοῖ[ς] |
| εἰς ἀπαρχὴν παρὰ τῆς πό[λ]εω[ς] αὐξήσαντες καθ’ ἕκα[σ]- | |
| τον ἑνιαυτὸν θύουσιν ὑπὲρ τῆ[ς] τοῦ δήμου σωτηρία[ς] | |
| Μητρὶ Θεῶν καὶ Διοσκόροις· δεδόχθαι τῆι βουλῆι κα[ὶ] | |
| τῶι δήμωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις τοὺς ἡγεμόνας̣ | |
| 40 | καὶ τοὺς ἐπιλέκτου[ς, ἀν]αγράψαι δὲ [τ]ά τε ψηφίσματα κ[αὶ] |
| τὰ ὀνόματα αὐτῶν ε[ἰ]ς τελαμῶνα λευκοῦ λίθου καὶ | |
| ἀ̣ναθεῖναι ἐν ὧι ἂν προαιρῶνται τόπωι, ἵνα καὶ οἱ λο[ι]- | |
| ποί, εἰδότες τὴν εὐχαριστίαν τοῦ δήμου, φιλοτι- | |
| μότεροι γείνωνται εἰς τὸ διαφυλάσσειν τὴν | |
| 45 | πατρίδα. |
| col. I.46 | Ἀπολλοῦς Νικηράτου |
| Ποσειδώνιος Γέροντος | |
| Ἡραίων Ἀρτεμιδώρου | |
| Νουμήνιος Νουμηνίου | |
| 50 | Διοσκουρίδης Ἡρωνύμου |
| Δημήτριος Γέροντος | |
| Μῆνις Ἀρτεμιδώρου | |
| Ἀντικράτης Εὐδόξου | |
| Τιμοκλῆς Ἀριστομάχου | |
| 55 | Νουμήνιος Μονίμου |
| Διονύσιος Διογένου | |
| Διονύσιος Δημητρίου | |
| Μῆνις Ἀπολλοδώρου | |
| Νουμήνιος Εἰρανίχου | |
| 60 | Δημήτριος Ἑκαταίου |
| Γλαυκίας Στράτωνος | |
| Διοσκουρίδης Σωκράτου | |
| Παυσίμαχος Πολυφήμου | |
| Ἀπολλόδωρος Ἡραίωνος | |
| col. II.46 | Μενίσκος Σκύμνου |
| Νουμήνιος Νουμηνίου | |
| Χαιρήμων Εὐκράτου | |
| τοῦ Θεοφίλου | |
| 50 | Ἡφαιστίων Διονυσίου |
| Τριακάδας Δοκίμου | |
| Ἀπολλώνιος Ὑγιαίνοντος | |
| Ἑστιαῖος Ἀριστείδου | |
| Ἡδύλος Θεοφανίου. |