[ ]
Scythia Minor — Istros-Histria — decree of Apollonia — 2nd c. BC — SEG 19.468; cf. 24.1097 — IGBulg I² 388bis; cf. V 5137
| 1 | [ἔδ]οξε τῆι βουλῆ[ι] κ̣αὶ τῶι δήμωι· τῶν συνέδρω[ν] |
| [γ]νώμη· ἐπειδὴ σ̣υ̣μβέβηκεν τήν τε πέραν [χώ]- | |
| ρ̣αν Μεσημβρια[ν]ῶν πόλεμον ἀνεπάγγελτον | |
| ἡ̣μῖν ἐξενεγκά̣ν̣των καὶ πολλὰ καὶ μεγάλα ἀσε- | |
| 5 | [β]ησάντων εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ εἰς |
| τοὺς ἐσχάτους κινδύνους ἀγαγόντων τὴν πόλι[ν], | |
| Ἰστριανοὶ συνγενεῖς καὶ φίλοι καὶ εὔνοοι ὑπάρχον- | |
| τες τοῦ δήμου ἐξαπέστειλαν πλοῖά τε μακρ[ὰ] | |
| καὶ στρατιώτας τοὺς βοηθήσοντας ἡμῖν, τά- | |
| 10 | ξαντες ἐπὶ τούτων ναύαρχον αὐτοκράτορα Ἡ̣- |
| γησαγόραν Μονίμου, ἄνδρα καλὸν καὶ ἀγαθόν, ὃς πα- | |
| ραγενόμενος τήν τε πόλιν καὶ τὴν χώραν καὶ τοὺς | |
| λιμένας μεθ’ ἡμῶν τε καὶ τῶν συνμάχων {²⁶συμμάχων}²⁶ διεφύ- | |
| λαξεν, τό τε φρούριον τὸ ἐν Ἀγχιάλωι ἀπηλλο- | |
| 15 | τριωμένον καὶ κατεχόμενον ὑπὸ τῶν πολεμί- |
| ων, διὸ συνέβαινεν τήν τε πόλιν καὶ τὰς προσό- | |
| δους μεγάλα βλάπτεσθαι, ἐκπολιορκήσας μ[ε]- | |
| θ’ ἡμῶν τε καὶ τῶν ἄλλων συμμάχων κατέρειψε | |
| εἰ[ς] ἔδαφος, ἔν τε τῶι ἐπίπλω<ι> τῶι ἐπ’ Ἀγχίαλον τῶν | |
| 20 | ἐναντίων ἐπιθεμένων τῶι στόλωι διακινδυνεύσα[ς] |
| πρὸς πλείονας τῶν τε πολεμίων ἐκράτησεν καὶ πλοῖ- | |
| ον αὔτανδρον ἔλαβε μεθ’ ἡμῶν τε καὶ τῶν ἄλλων | |
| συμμάχων, ὁμο[ίω]ς δὲ καὶ ἐν ταῖς ἀποβάσεσιν παραβολώ- | |
| τερον ἑαυτὸν διδοὺς εἰς τοὺς ἀγῶνας καὶ ἐν τοῖς | |
| 25 | λοιποῖς ἅπασιν φιλοκινδύνως ἀγωνιζόμενος ἐπὶ |
| προτερημάτων διὰ παντὸς ἐγείνετο καὶ τοὺς στρα- | |
| τιώτας ἑαυτοῦ προθύμους καὶ χρησίμους ἐν τῶ[ι] | |
| πολέμωι διὰ παντὸς παρείχετο· ὅπως οὖν ὁ δῆμος ε[ὐ]- | |
| [χ]αριστῶν φαίνηται καὶ τειμῶν τοὺς ἀγαθοὺς τῶν ἀν- | |
| 30 | δρῶν, τύχηι ἀγα[θ]ῆι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή- |
| μωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις τὸν δῆμον τὸν Ἰστρι- | |
| ανῶν, φίλον ὄντα καὶ συγγενῆ καὶ σύμμαχον, καὶ ἐ- | |
| πὶ τῶι πένψαι ναύαρχον Ἡγησαγόραν Μονίμου καὶ ἀπο- | |
| καταστῆσαι τὰς ἐψηφισμένας Ἰστριανοῖς τιμάς· στ[ε]- | |
| 35 | φανῶσαι δὲ καὶ Ἡγησαγόραν Μονίμου χρυσῶι στεφάνω[ι] |
| ἐν τοῖς Διονυσίοις καὶ εἰκόνι χαλκῆι ἐν ὅπλοις ἐπ’ ἐμ- | |
| [β]όλου καὶ ἀναθεῖναι τὴν εἰκόνα εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ- | |
| λωνος τοῦ Ἰατροῦ καὶ γράψαι τὸ ψήφισμα τὴν βά- | |
| [σ]ιν, [ἀ]ναγγεῖλαι δὲ τὰς τειμὰς καὶ ἐν Ἴστρωι ἐν τοῖς συν- | |
| 40 | [τελουμέν]οις ἀγῶσιν ἀ[ε]ὶ ποιουμένους τὴν ἀναγγε- |
| [λίαν τοὺς — — — — — — — — — — — — — — — — —] |