[ ]
Scythia Minor — Istros-Histria — 2nd c. BC — SEG 19.469 — SEG 25.790
| [— — — — — — — — — — — — — — — — —] | |
| 1 | [— — — — — — — — —] ἀρχὴν [— — — — —] |
| [— — — ἐν τῆι πρώτηι] ἡλικίαι ἐπ[εμελήθη] | |
| [— — — — — — τῆς τῶν] τε ἐφήβων καὶ [νέων] | |
| [ἀγωγῆς καλῶς καὶ κοσ]μίως καὶ παρέσχεν ἔλα[ι]- | |
| 5 | [ον — — — — εἰς τὸν ὑ]πολιπῆ χρόνον τοῦ ἐ- |
| [νιαυτοῦ· καιρῶν δὲ δυσ]χερῶν ὑπαρχόντων δι- | |
| [ά τε τοὺς πολέμους] καὶ τὰς ἀφορίας, ὅμως | |
| [δὲ θέλων ἀκόλου]θος φαίνεσθαι τῆι ἐξ ἀρ- | |
| [χῆς φιλοτιμίαι, ἐπιτε]λέσας θυσίαν ἐν τοῖς Ἑρμαί- | |
| 10 | [οις ․c.8-9․․] καὶ ἀλείψας καὶ γλυκίσας, |
| [δέδωκε κατὰ τὴν σύ]νοδον νομὴν καὶ οἰνομέ- | |
| [τρησιν· δεδόχθαι τοῖς] νέοις· ἐπῃνῆσθαι μὲν ἐπὶ | |
| [τούτοις — — — — —] Θεογνήτου καὶ στεφανοῦ- | |
| σθαι [αὐτὸν κατ’ ἐνια]υτὸν ἐπὶ τοῦ γλυκισμοῦ | |
| 15 | χρυσῶι σ[τεφάνωι ἐν τ]ῇ τῶν Ἑρμαίων ἡμέραι φιλο- |
| τιμίας καὶ εὐ[νοίας τῆς] εἰς ἑαυτούς· σταθῆναι δὲ | |
| αὐτοῦ καὶ εἰκόν[α χαλ]κῆν ἐν τῶι γυμνασίωι ὅπου | |
| ἂν αὐτῶι φαίνητ[αι ὅπω]ς καὶ οἳ λοιποὶ φιλοτιμότ[ε]- | |
| ροι γίνωνται πρὸ[ς τὸ φ]ιλαγαθεῖν εἰς τοὺς νέ[ους]· | |
| 20 | τὸ δὲ ψήφισμα [τόδε ἀ]ναγράψαι ἐπὶ τοῦ παρ[όντος] |
| εἰς τελαμῶνα [λευκ]οῦ λίθου [ὃν καὶ ἀναθεῖναι ἐν] | |
| τῶι γυμνασίωι ὅ[που ἂ]ν αὐτ[ῶι φαίνηται· τῆς δὲ] | |
| ἀναγορεύσεω[ς τοῦ στεφάνου — — — — — — — —] | |
| τὸν καθ’ ἔτος α[— — — — — — — — — — — — — —] | |
| 25 | ἐπίσκοπον. vacat |