IScM I 59
[ ] Scythia Minor — Istros-Histria — 2nd c. BC — SEG 19.469 — SEG 25.790
[— — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — —] ἀρχὴν [— — — — —]
[— — — ἐν τῆι πρώτηι] ἡλικίαι ἐπ[εμελήθη]
[— — — — — — τῆς τῶν] τε ἐφήβων καὶ [νέων]
[ἀγωγῆς καλῶς καὶ κοσ]μίως καὶ παρέσχεν ἔλα[ι]-
5 [ον — — — — εἰς τὸν ὑ]πολιπῆ χρόνον τοῦ ἐ-
[νιαυτοῦ· καιρῶν δὲ δυσ]χερῶν ὑπαρχόντων δι-
[ά τε τοὺς πολέμους] καὶ τὰς ἀφορίας, ὅμως
[δὲ θέλων ἀκόλου]θος φαίνεσθαι τῆι ἐξ ἀρ-
[χῆς φιλοτιμίαι, ἐπιτε]λέσας θυσίαν ἐν τοῖς Ἑρμαί-
10 [οις ․c.8-9․․] καὶ ἀλείψας καὶ γλυκίσας,
[δέδωκε κατὰ τὴν σύ]νοδον νομὴν καὶ οἰνομέ-
[τρησιν· δεδόχθαι τοῖς] νέοις· ἐπῃνῆσθαι μὲν ἐπὶ
[τούτοις — — — — —] Θεογνήτου καὶ στεφανοῦ-
σθαι [αὐτὸν κατ’ ἐνια]υτὸν ἐπὶ τοῦ γλυκισμοῦ
15 χρυσῶι σ[τεφάνωι ἐν τ]ῇ τῶν Ἑρμαίων ἡμέραι φιλο-
τιμίας καὶ εὐ[νοίας τῆς] εἰς ἑαυτούς· σταθῆναι δὲ
αὐτοῦ καὶ εἰκόν[α χαλ]κῆν ἐν τῶι γυμνασίωι ὅπου
ἂν αὐτῶι φαίνητ[αι ὅπω]ς καὶ οἳ λοιποὶ φιλοτιμότ[ε]-
ροι γίνωνται πρὸ[ς τὸ φ]ιλαγαθεῖν εἰς τοὺς νέ[ους]·
20 τὸ δὲ ψήφισμα [τόδε ἀ]ναγράψαι ἐπὶ τοῦ παρ[όντος]
εἰς τελαμῶνα [λευκ]οῦ λίθου [ὃν καὶ ἀναθεῖναι ἐν]
τῶι γυμνασίωι ὅ[που ἂ]ν αὐτ[ῶι φαίνηται· τῆς δὲ]
ἀναγορεύσεω[ς τοῦ στεφάνου — — — — — — — —]
τὸν καθ’ ἔτος α[— — — — — — — — — — — — — —]
25 ἐπίσκοπον. vacat
Search Help